Deuteronomy 33

1Καὶ αὕτη εὐλογία, ἣν εὐλόγησεν Μωϋσῆς ἄνθρωπος τοῦ θεοῦ τοὺς υἱοὺς Ισραηλ πρὸ τῆς τελευτῆς αὐτοῦ· 2καὶ εἶπεν Κύριος ἐκ Σινα ἥκει καὶ ἐπέφανεν ἐκ Σηιρ ἡμῖν καὶ κατέσπευσεν ἐξ ὄρους Φαραν σὺν μυριάσιν Καδης, ἐκ δεξιῶν αὐτοῦ ἄγγελοι μετ' αὐτοῦ. 3καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ, καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου· καὶ οὗτοι ὑπὸ σέ εἰσιν, καὶ ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ 4νόμον, ὃν ἐνετείλατο ἡμῖν Μωϋσῆς, κληρονομίαν συναγωγαῖς Ιακωβ. 5καὶ ἔσται ἐν τῷ ἠγαπημένῳ ἄρχων συναχθέντων ἀρχόντων λαῶν ἅμα φυλαῖς Ισραηλ. 6Ζήτω Ρουβην καὶ μὴ ἀποθανέτω καὶ ἔστω πολὺς ἐν ἀριθμῷ. 7καὶ αὕτη Ιουδα, Εἰσάκουσον, κύριε, φωνῆς ιουδα καὶ εἰς τὸν λαὸν αὐτοῦ εἰσέλθοισαν· αἱ χεῖρες αὐτοῦ διακρινοῦσιν αὐτῷ, Καὶ βοηθὸς ἐκ τῶν ἐχθρῶν αὐτοῦ ἔσῃ. 8καὶ τῷ Λευι εἶπεν Δότε λευι δήλους αὐτοῦ Καὶ ἀλήθειαν αὐτοῦ τῷ ἀνδρὶ τῷ ὁσίῳ, ὃν ἐπείρασαν αὐτὸν ἐν πείρᾳ, ἐλοιδόρησαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας· 9 λέγων τῷ πατρὶ καὶ τῇ μητρί Οὐχ ἑόρακά σε, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω· ἐφύλαξεν τὰ λόγιά σου καὶ τὴν διαθήκην σου διετήρησεν. 10δηλώσουσιν τὰ δικαιώματά σου. τῷ Ιακωβ καὶ τὸν νόμον σου τῷ Ισραηλ· ἐπιθήσουσιν θυμίαμα ἐν ὀργῇ σου διὰ παντὸς ἐπὶ τὸ θυσιαστήριόν σου 11εὐλόγησον, κύριε, τὴν ἰσχὺν αὐτοῦ καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι· κάταξον ὀσφὺν ἐχθρῶν ἐπανεστηκότων αὐτῷ, καὶ οἱ μισοῦντες αὐτὸν μὴ ἀναστήτωσαν. 12καὶ τῷ Βενιαμιν εἶπεν Ἠγαπημένος ὑπὸ κυρίου κατασκηνώσει πεποιθώς, καὶ θεὸς σκιάζει ἐπ' αὐτῷ πάσας τὰς ἡμέρας, Καὶ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ κατέπαυσεν. 13καὶ τῷ Ιωσηφ εἶπεν Ἀπ εὐλογίας κυρίου γῆ αὐτοῦ ἀπὸ ὡρῶν οὐρανοῦ καὶ δρόσου Καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν 14καὶ καθ' ὥραν γενημάτων ἡλίου τροπῶν καὶ ἀπὸ συνόδων μηνῶν 15καὶ ἀπὸ κορυφῆς ὀρέων ἀρχῆς καὶ ἀπὸ κορυφῆς βουνῶν ἀενάων 16καὶ καθ' ὥραν γῆς πληρώσεως. καὶ τὰ δεκτὰ τῷ ὀφθέντι ἐν τῷ βάτῳ ἔλθοισαν ἐπὶ κεφαλὴν Ιωσηφ, καὶ ἐπὶ κορυφῆς δοξασθεὶς ἐν ἀδελφοῖς. 17πρωτότοκος ταύρου τὸ κάλλος αὐτοῦ, κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ· ἐν αὐτοῖς ἔθνη κερατιεῖ ἅμα ἕως ἐπ' ἄκρου γῆς. αὗται μυριάδες Εφραιμ, καὶ αὗται χιλιάδες Μανασση. 18καί, τῷ Ζαβουλων, εἶπεν Εὐφράνθητι, ζαβουλων ἐν ἐξοδίᾳ σου Καὶ Ισσαχαρ, ἐν τοῖς σκηνώμασιν αὐτοῦ. 19ἔθνη ἐξολεθρεύσουσιν, καὶ ἐπικαλέσεσθε ἐκεῖ καὶ θύσετε θυσίαν δικαιοσύνης, ὅτι πλοῦτος θαλάσσης θηλάσει σε καὶ ἐμπόρια παράλιον κατοικούντων. 20καὶ τῷ Γαδ· εἶπεν Εὐλογημένος ἐμπλατύνων γαδ ὡς λέων ἀνεπαύσατο συντρίψας βραχίονα Καὶ ἄρχοντα. 21καὶ εἶδεν ἀπαρχὴν αὐτοῦ, ὅτι ἐκεῖ ἐμερίσθη γῆ ἀρχόντων συνηγμένων ἅμα ἀρχηγοῖς λαῶν· δικαιοσύνην κύριος ἐποίησεν καὶ κρίσιν αὐτοῦ μετὰ Ισραηλ. 22καὶ τῷ Δαν εἶπεν δαν σκύμνος λέοντος Καὶ ἐκπηδήσεται ἐκ τοῦ Βασαν. 23καὶ τῷ Νεφθαλι εἶπεν νεφθαλι πλησμονὴ δεκτῶν καὶ ἐμπλησθήτω εὐλογίαν παρὰ κυρίου θάλασσαν Καὶ λίβα κληρονομήσει. 24καὶ τῷ Ασηρ εἶπεν Εὐλογητὸς ἀπὸ τέκνων ασηρ Καὶ ἔσται δεκτὸς τοῖς ἀδελφοῖς αὐτοῦ. βάψει ἐν ἐλαίῳ τὸν πόδα αὐτοῦ· 25σίδηρος καὶ χαλκὸς τὸ ὑπόδημα αὐτοῦ ἔσται, καὶ ὡς αἱ ἡμέραι σου. ἰσχύς σου 26Οὐκ ἔστιν ὥσπερ θεὸς τοῦ ἠγαπημένου· ἐπιβαίνων ἐπὶ τὸν οὐρανὸν βοηθός σου καὶ μεγαλοπρεπὴς τοῦ στερεώματος. 27καὶ σκέπασις θεοῦ ἀρχῆς καὶ ὑπὸ ἰσχὺν βραχιόνων ἀενάων καὶ ἐκβαλεῖ ἀπὸ προσώπου σου ἐχθρὸν λέγων Ἀπόλοιο. 28καὶ κατασκηνώσει Ισραηλ πεποιθὼς μόνος ἐπὶ γῆς Ιακωβ ἐπὶ σίτῳ καὶ οἴνῳ, καὶ οὐρανὸς αὐτῷ συννεφὴς δρόσῳ. 29μακάριος σύ, Ισραηλ· τίς ὅμοιός σοι λαὸς σῳζόμενος ὑπὸ κυρίου; ὑπερασπιεῖ βοηθός σου, καὶ μάχαιρα καύχημά σου· καὶ ψεύσονταί σε οἱ ἐχθροί σου, καὶ σὺ ἐπὶ τὸν τράχηλον αὐτῶν ἐπιβήσῃ.
Copyright information for LXX